Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.188 Joseph. AJ 4.193 (English) >>Joseph. AJ 4.198

4.191ἔσται δʼ ὑμῖν τούτων πεῖραν λαμβάνουσιν ἀνωφελὴς μετάνοια καὶ τῶν οὐ φυλαχθέντων νόμων ἀνάμνησις. ὅθεν εἰ βούλοισθε τούτους ὑμῖν μένειν, τῶν πολεμίων μηδένα ὑπολείπησθε κρατήσαντες αὐτῶν, ἀλλʼ ἀπολλύναι πάντας κρίνατε συμφέρειν, ἵνα μή τινων παραγευσάμενοι τῆς ἐκείνων ἐπιτηδεύσεως διαφθείρητε τὴν πάτριον πολιτείαν. 4.192ἔτι δὲ καὶ βωμοὺς καὶ ἄλση καὶ νεὼς ὁπόσους ἂν ἔχοιεν κατερείπειν παραινῶ καὶ δαπανᾶν πυρὶ τὸ γένος αὐτῶν καὶ τὴν μνήμην· βεβαία γὰρ ἂν οὕτως ὑμῖν μόνον ὑπάρξειεν τῶν οἰκείων ἀγαθῶν ἀσφάλεια. 4.193ἵνα δὲ μὴ διʼ ἀμαθίαν τοῦ κρείττονος φύσις ὑμῶν πρὸς τὸ χεῖρον ἀπονεύσῃ, συνέθηκα ὑμῖν καὶ νόμους ὑπαγορεύσαντός μοι τοῦ θεοῦ καὶ πολιτείαν, ἧς τὸν κόσμον φυλάξαντες πάντων ἂν εὐδαιμονέστατοι κριθείητε.” 4.194

Ταῦτα εἰπὼν δίδωσιν αὐτοῖς ἐν βιβλίῳ τοὺς νόμους καὶ τὴν διάταξιν τῆς πολιτείας ἀναγεγραμμένην. οἱ δὲ ἐδάκρυόν τε καὶ πολλὴν ἐπιζήτησιν ἐποιοῦντο τοῦ στρατηγοῦ μεμνημένοι τε ὧν κινδυνεύσειε καὶ προθυμηθείη τῆς περὶ αὐτῶν σωτηρίας καὶ δυσελπιστοῦντες περὶ τῶν μελλόντων ὡς οὐκ ἐσομένης ἄλλης ἀρχῆς τοιαύτης, ἧττόν τε τοῦ θεοῦ προνοησομένου διὰ τὸ Μωυσῆν εἶναι τὸν παρακαλοῦντα. 4.195ὧν τε ἐπὶ τῆς ἐρήμου μετʼ ὀργῆς ὁμιλήσειαν αὐτῷ μετανοοῦντες ἤλγουν, ὡς ἅπαντα τὸν λαὸν εἰς δάκρυα προπεσόντα κρεῖττον καὶ τῆς ἐκ λόγου παρηγορίας τὸ ἐπʼ αὐτῷ ποιῆσαι πάθος. Μωυσῆς δʼ αὐτοὺς παρηγόρει, καὶ τοῦ δακρύων αὐτὸν ἄξιον ὑπολαμβάνειν ἀπάγων αὐτοὺς χρῆσθαι τῇ πολιτείᾳ παρεκάλει. καὶ τότε μὲν οὕτω διελύθησαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.188 Joseph. AJ 4.193 (English) >>Joseph. AJ 4.198

Powered by PhiloLogic